Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.210 Joseph. AJ 15.215 (English) >>Joseph. AJ 15.220

15.213

Συνιδοῦσαι δʼ οὕτως αὐτὸν ἔχοντα πρὸς τὴν Μαριάμμην τε ἀδελφὴ καὶ μήτηρ κάλλιστον ᾠήθησαν τὸν καιρὸν τοῦ πρὸς ἐκείνην μίσους εἰληφέναι καὶ διελάλουν οὐ μικρῶς παροξύνουσαι τὸν Ἡρώδην διαβολαῖς μῖσος ὁμοῦ καὶ ζηλοτυπίαν ἐμποιεῖν δυνησομέναις. 15.214 δʼ οὔτε τῶν τοιούτων ἀηδῶς ἤκουσεν λόγων οὔτε δρᾶν τι κατὰ τῆς γυναικὸς ὡς πεπιστευκὼς ἀπεθάρρει, χεῖρον μέντοι πρὸς αὐτὴν εἶχεν ἀεὶ καὶ τὸ πάθος ἀντεξεκαίετο, τῆς μὲν οὐκ ἀποκρυπτομένης τὴν διάθεσιν, τοῦ δὲ τὸν ἔρωτα πρὸς ὀργὴν ἀεὶ μεταλαμβάνοντος. 15.215κἂν εὐθὺς ἐπράχθη τι τῶν ἀνηκέστων· νῦν δὲ Καίσαρος ἀγγελθέντος κρατεῖν τῷ πολέμῳ καὶ τεθνηκότων Ἀντωνίου καὶ Κλεοπάτρας ἔχειν Αἴγυπτον, ἐπειγόμενος εἰς τὸ Καίσαρι ἀπαντᾶν κατέλιπεν ὡς εἶχεν τὰ περὶ τὴν οἰκίαν. 15.216ἐξιόντι δὲ Μαριάμμη παραστησομένη τὸν Σόαιμον πολλήν τε χάριν τῆς ἐπιμελείας ὡμολόγει καὶ μεριδαρχίαν αὐτῷ παρὰ τοῦ βασιλέως ᾐτήσατο. 15.217κἀκεῖνος μὲν τυγχάνει τῆς τιμῆς. Ἡρώδης δὲ γενόμενος ἐν Αἰγύπτῳ Καίσαρί τε μετὰ πλείονος παρρησίας εἰς λόγους ἦλθεν ὡς ἤδη φίλος καὶ μεγίστων ἠξιώθη· τῶν τε γὰρ Κλεοπάτραν δορυφορούντων Γαλατῶν τετρακοσίοις αὐτὸν ἐδωρήσατο καὶ τὴν χώραν ἀπέδωκεν αὐτῷ πάλιν, ἣν διʼ ἐκείνης ἀφῃρέθη. προσέθηκεν δὲ καὶ τῇ βασιλείᾳ Γάδαρα καὶ Ἵππον καὶ Σαμάρειαν ἔτι δὲ τῆς παραλίου Γάζαν καὶ Ἀνθηδόνα καὶ Ἰόπην καὶ Στράτωνος πύργον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.210 Joseph. AJ 15.215 (English) >>Joseph. AJ 15.220

Powered by PhiloLogic